Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.388 Joseph. AJ 14.393 (English) >>Joseph. AJ 14.398

14.391κατέσχε δʼ αὐτὸν ὕσας διὰ τῆς νυκτὸς θεός· τῶν γὰρ ἐκδοχείων πλησθέντων τοῦ ὕδατος οὐκέτι τῆς φυγῆς ἐδεῖτο, ἀλλὰ τεθαρσηκότες ἤδη καὶ πλέον κατὰ τὴν εὐπορίαν τοῦ σπανίζοντος, ὡς ἐκ θεοῦ προνοίας ταύτης αὐτοῖς γεγενημένης, ἐπεξιόντες καὶ συμπλεκόμενοι τοῖς περὶ τὸν Ἀντίγονον τοῖς μὲν φανερῶς, τοῖς δὲ καὶ λάθρα, πολλοὺς αὐτῶν διέφθειραν. 14.392κἀν τούτῳ Βεντίδιος Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας ὥστε Πάρθους ἀνείργειν, μετʼ ἐκείνους εἰς τὴν Ἰουδαίαν παρέβαλεν τῷ λόγῳ μὲν Ἰωσήπῳ συμμαχήσων, τὸ δʼ ὅλον ἦν αὐτῷ στρατήγημα χρήματα παρʼ Ἀντιγόνου λαβεῖν· ἔγγιστα γοῦν Ἱεροσολύμων στρατοπεδευόμενος ἀποχρώντως ἠργυρίσατο τὸν Ἀντίγονον. 14.393καὶ αὐτὸς μὲν ἀνεχώρησεν σὺν τῇ πλείονι δυνάμει, ἵνα δὲ μὴ κατάφωρον γένηται τὸ λῆμμα, Σίλωνα μετὰ μέρους τινὸς τῶν στρατιωτῶν κατέλιπεν, ὃν καὶ αὐτὸν ἐθεράπευεν Ἀντίγονος, ὅπως μηδὲν ἐνοχλοίη, προσδοκῶν καὶ πάλιν αὐτῷ Πάρθους ἐπαμυνεῖν. 14.394

Ἡρώδης δʼ ἐκ τῆς Ἰταλίας ἤδη καταπεπλευκὼς εἰς Πτολεμαΐδα καὶ συναγηοχὼς δύναμιν οὐκ ὀλίγην ξένων τε ἅμα καὶ ὁμοφύλων ἤλαυνε διὰ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἀντίγονον. συνελάμβανον δʼ αὐτῷ Σίλων τε καὶ Βεντίδιος πεισθέντες ὑπὸ Δελλίου συγκατάγειν Ἡρώδην τοῦ πεμφθέντος ὑπʼ Ἀντωνίου. 14.395Βεντίδιος μὲν οὖν ἐτύγχανεν τὰς ταραχὰς τὰς διὰ Πάρθους ἐν ταῖς πόλεσιν οὔσας καθιστάμενος, Σίλων δʼ ἐν Ἰουδαίᾳ χρήμασιν ὑπʼ Ἀντιγόνου διεφθαρμένος. Ἡρώδῃ μέντοι προϊόντι καθʼ ἑκάστην ἡμέραν δύναμις ηὔξετο καὶ πᾶσα Γαλιλαία πλὴν ὀλίγων αὐτῷ προστέθειτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.388 Joseph. AJ 14.393 (English) >>Joseph. AJ 14.398

Powered by PhiloLogic